Κυριακή, 23 Φεβρουαρίου 2020

Ευαγγέλιο Κυριακής 23 Φεβρουαρίου 2020


ΕΥΑΓΓΕΛΙΟ (Ματθ. κε΄ 31-46)
Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Μετάφραση
Εἶπεν ὁ Κύριος: «Ὅταν θά ἔρθει ὁ Υἱός τοῦ Ἀνθρώπου μέ ὅλη του τή μεγαλοπρέπεια καί θά τόν συνοδεύουν ὅλοι οἱ ἅγιοι ἄγγελοι, θά καθίσει στό βασιλικό θρόνο του. Τότε θά συναχθοῦν μπροστά του ὅλα τά ἔθνη, καί θά τούς ξεχωρίσει ὅπως ξεχωρίζει ὁ βοσκός τά πρόβατα ἀπό τά κατσίκια. Τά πρόβατα θά τά τοποθετήσει στά δεξιά του καί τά κατσίκια στ΄ ἀριστερά του. Θά πεῖ τότε ὁ βασιλιάς σ΄ αὐτούς πού βρίσκονται δεξιά του: «ἐλάτε, οἱ εὐλογημένοι ἀπ΄ τόν Πατέρα μου, κληρονομῆστε τή βασιλεία πού σᾶς ἔχει ἑτοιμαστεῖ ἀπ΄ τήν ἀρχή τοῦ κόσμου. Γιατί, πείνασα καί μοῦ δώσατε νά φάω, δίψασα καί μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί μέ περιμαζέψατε, γυμνός καί μέ ντύσατε, ἄρρωστος καί μ΄ ἐπισκεφθήκατε, φυλακισμένος κι ἤρθατε νά μέ δεῖτε». Τότε θά τοῦ ἀπαντήσουν οἱ ἄνθρωποι τοῦ Θεοῦ: «Κύριε, πότε σέ εἴδαμε νά πεινᾶς καί σέ θρέψαμε ἤ νά διψᾶς καί σοῦ δώσαμε νά πιεῖς; Πότε σέ εἴδαμε ξένον καί σέ περιμαζέψαμε ἤ γυμνόν καί σέ ντύσαμε; Πότε σέ εἴδαμε ἄρρωστον ἤ φυλακισμένον κι ἤλθαμε νά σέ ἐπισκεφθοῦμε;» Τότε θά τούς ἀπαντήσει ὁ βασιλιάς: «σᾶς βεβαιώνω πώς ἀφοῦ τά κάνατε αὐτά γιά ἕναν ἀπό τούς ἄσημους ἀδερφούς μου, τά κάνατε γιά μένα». Ὕστερα θά πεῖ καί σ΄ αὐτούς πού βρίσκονται ἀριστερά του: «φύγετε ἀπό μπροστά μου, καταραμένοι· πηγαίνετε στήν αἰώνια φωτιά, πού ἔχει ἑτοιμαστεῖ γιά τό διάβολο καί τούς δικούς του. Γιατί, πείνασα καί δέ μοῦ δώσατε νά φάω, δίψασα καί δέ μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί δέ μέ περιμαζέψατε, γυμνός καί δέ μέ ντύσατε, ἄρρωστος καί φυλακισμένος καί δέν ἤρθατε νά μέ δεῖτε». Τότε θά τοῦ ἀπαντήσουν κι αὐτοί: «Κύριε, πότε σέ εἴδαμε πεινασμένον ἤ διψασμένον ἤ ξένον ἤ γυμνόν ἤ ἄρρωστον ἤ φυλακισμένον καί δέ σέ ὑπηρετήσαμε;» Καί θά τούς ἀπαντήσει: «σᾶς βεβαιώνω πώς ἀφοῦ δέν τά κάνατε αὐτά γιά ἕναν ἀπό αὐτούς τούς ἄσημους ἀδερφούς μου, δέν τά κάνατε οὔτε γιά μένα». Αὐτοί λοιπόν θά πᾶνε στήν αἰώνια τιμωρία, ἐνῶ οἱ δίκαιοι στήν αἰώνια ζωή».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου